TLG 1611 001 :: TYRANNION Junior :: Fragmenta TYRANNION Junior Gramm., vel Diocles Gramm. Fragmenta frr. 64–67 Citation: Fragment — (line) | ||
64(1n) | Ν102—3:... αἵ τε καθ’ ὕλην | |
2n | θώων παρδαλίων τε λύκων τ’ ἤϊα πέλονται ... | |
---|---|---|
1 | Sch. A h(Ag, Ge, M1, P11) ad Ν 103: ... τὸ δὲ θώων ἔνιοι περισπῶσιν, ἵν’ ὁμοτονῇ τῷ θηρῶν καὶ κυνῶν. οὕτω δὲ καὶ Ἀρίσταρχόν φασι προφέρεσθαι. Διοκλῆς δὲ καὶ ὁ Θρᾷξ Διονύσιος (fr. 6 L.) ὡς βαρύνοντα τὴν λέξιν τὸν Ἀρίσταρχον διαβάλλουσιν. Κάσσιος δὲ | |
5 | ἀπολογούμενος ὑπὲρ τῆς βαρυτονήσεώς φησιν ὅτι τὰ μονοσύλλαβα, ὅταν μὲν ἔχῃ τὴν πληθυντικὴν ἐπὶ τῆς τελευταίας συλλαβῆς μετὰ συμφώνου λεγομένην, πάντως καὶ κατὰ τὴν γενικὴν περισπᾶται, οἷον θῆρες, κύνες, χεῖρες, ὅταν δὲ ἀπὸ φωνήεντος ἀρχομένην, πάντως βαρυ‐ τονουμένην, οἷον Τρῶες, δμῶες, θῶες, λᾶες. ἀντίκειται δὲ αὐτῷ τὸ παίδων | |
10 | καὶ πάντων. Χαῖρις (fr. 5 B.) δέ φησιν οὐκ εἶναι ἐν δισυλλάβοις | |
ἀναλογίαν. | 178 | |
65(1n) | Χ 208: ἀλλ’ ὅτε δὴ τὸ τέταρτον ἐπὶ κρουνοὺς ἀφίκοντο (sc. Hector et | |
2n | Achilles) ... | |
1 | Sch. bT ad Χ 208: Τὸ τέταρτον: Διοκλῆς φησιν ὅτι συμβαίνει τῷ κύκλῳ περιτρέχοντι εἰς τὸν αὐτὸν τόπον παραγίνεσθαι τετράκις, ὅταν τρεῖς συμπληρώσῃ κύκλους. τρεῖς γὰρ ποιήσαντες κύκλους τοῦτον | |
ποιοῦσι τέταρτον. | 179 | |
66(1n) | ξ 131—2: αἶψά κε καὶ σύ, γεραιέ, ἔπος παρατεκτήναιο, | |
2n | εἴ τίς τοι χλαῖνάν τε χιτῶνά τε εἵματα δοίη. | |
1 | Sch. ξ 132: Εἴ τίς τοι: Διοκλῆς ἀθετεῖ. οὔτε γὰρ ἡ Πηνελόπη πάντα ἀμφιέννυσιν, οὔθ’ οὕτως πάντως διὰ τοῦτο ψεύδεται, ἀλλὰ καὶ διὰ μόνην πολλάκις τροφήν. | |
67(1n) | τ 457—8:... ἐπαοιδῇ δ’ αἷμα κελαινὸν | |
2n | ἔσχετον ... | |
1 | Sch. τ 457: Ἐπαοιδῇ δ’ αἷμα: Διοκλῆς ἐπαοιδὴν παρέδωκε τὴν παρηγορίαν· ἴσχαιμον γὰρ εἶναι ταύτην, ὅταν τὸ πνεῦμα τοῦ τετρω‐ μένου προσεχὲς ᾖ, καὶ ὥσπερ προσηρτημένον τῷ παρηγοροῦντι, ὡς | |
καὶ δι’ ἑτέρων „ἀλλὰ σὲ μὲν θεράπων ποτιτερπέτω“ (Ο 401). | 180 |